Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.16 Dem. 40.18 (English) >>Dem. 40.21

40.17περὶ μὲν οὖν ὧν οὗτοί μοι ἐδικάζοντο, παρόντος τούτου καὶ ἀντιδικοῦντος καὶ οὐκ ἔχοντος ἐπιδεῖξαι οὐδὲν ὧν ἐνεκάλουν, ἀπεδιῄτησέν μου διαιτητής· καὶ οὗτος συνειδὼς αὑτῷ ἀδίκως ἐγκαλοῦντι οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον, οὔτε νῦν περὶ ἐκείνων εἴληχέ μοι δίκην οὐδεμίαν, ἀλλὰ περὶ ἄλλων τινῶν, λύσειν τοῖς ἐγκλήμασι τούτοις τὴν δίκην ταύτην οἰόμενος. ἣν δʼ ἐγὼ τοῦτον ἐδίωκον τότε περὶ τῆς προικός, ἐπιδημοῦντος τούτου ἐνθάδε καὶ οὐκ ἀπαντήσαντος πρὸς τὸν διαιτητήν, ἐρήμην κατεδιῄτησεν αὐτοῦ. 40.18οὑτοσὶ δέ, ἄνδρες δικασταί, οὔτε ἠντεδίκει τότε παρὼν οὔτε ἔφη με καταδιαιτήσασθαι τὴν δίκην αὑτοῦ· οὐ γὰρ εἶναι Βοιωτὸν αὑτῷ ὄνομα, ἀλλὰ Μαντίθεον, καὶ οὕτως ὀνόματι ἀμφισβητῶν ἔργῳ τὴν προῖκά με τῆς μητρὸς ἀποστερεῖ. ἀπορῶν δʼ ἐγὼ τί ἄν τις χρήσαιτο τῷ πράγματι, οὕτω πάλιν τὴν αὐτὴν ταύτην δίκην λαχὼν αὐτῷ Μαντιθέῳ ἑνδεκάτῳ ἔτει νῦν εἰς ὑμᾶς καταπέφευγα. ὡς δὲ καὶ ταῦτʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν <τὰς> περὶ τούτων μαρτυρίας.Μαρτυρίαι

40.19ὅτι μὲν τοίνυν, ἄνδρες δικασταί, τε μήτηρ μου τάλαντον ἐπενεγκαμένη προῖκα, ἐκδοθεῖσα ὑπὸ τῶν ἀδελφῶν τῶν αὑτῆς, ὥσπερ οἱ νόμοι κελεύουσιν, συνῴκησεν τῷ πατρί, καὶ ὃν τρόπον ἐγὼ τούτους εἰσεδεξάμην εἰς τὴν οἰκίαν τοῦ πατρὸς τελευτήσαντος, καὶ ὅτι ἀπέφυγον αὐτοὺς τὰς δίκας ἅς μοι ἐνεκάλουν, ταῦτα μὲν πάντα καὶ μεμαρτύρηται ὑμῖν καὶ ἐπιδέδεικται. ἴθι δὴ λαβὲ καὶ τὸν περὶ τῆς προικὸς νόμον τουτονί.Νόμος



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.16 Dem. 40.18 (English) >>Dem. 40.21

Powered by PhiloLogic